TLG 0037 001 :: ANACHARSIDIS EPISTULAE :: Epistulae

ANACHARSIDIS EPISTULAE Epist.
(Incertum)

Epistulae

Source: Hercher, R. (ed.), Epistolographi Graeci. Paris: Didot, 1873 (repr. Amsterdam: Hakkert, 1965): 102–105.

Citation: Epistle — (line)

1

(t)

Ἀθηναίοις.
1 Γελᾶτε ἐμὴν φωνήν, διότι οὐ τρανῶς ἑλληνικὰ γράμματα λέγει. Ἀνάχαρσις παρ’ Ἀθηναίοις σολοι‐ κίζει, Ἀθηναῖοι δὲ παρὰ Σκύθαις. οὐ φωναῖς διήνεγ‐ καν ἄνθρωποι ἀνθρώπων εἰς τὸ εἶναι ἀξιόλογοι, ἀλλὰ
5γνώμαις, ὥσπερ καὶ Ἕλληνες Ἑλλήνων. Σπαρ‐ τιᾶται οὐ τρανοὶ ἀττικίζειν, ἀλλ’ ἔργοις λαμπροὶ καὶ εὐδόκιμοι. οὐ ψέγουσι Σκύθαι λόγον, ὃς ἐμφανίζει τὰ δέοντα, οὐδ’ ἐπαινοῦσιν ὃς ἂν μὴ ἐφίκηται τοῦ δέοντος. πολλὰ καὶ ὑμεῖς οἰκονομεῖτε οὐ προσέχοντες φωνῇ
10ἄρθρα οὐκ ἐχούσῃ. εἰσάγεσθε ἰατροὺς Αἰγυπτίους, κυβερνήταις χρῆσθε Φοίνιξιν, ὠνεῖσθε ἐν ἀγορᾷ οὐ διδόντες πλεῖον τῆς ἀξίας τοῖς ἑλληνιστὶ λαλοῦσιν, οὐδὲ ὀκνηρῶς λαμβάνετε παρὰ βαρβάρων, ἐὰν πρὸς τρόπου πωλῶσι. βασιλεῖς Περσῶν κἀκείνων φίλοι
15μεγαλοφρονοῦντες ὅταν βούλωνται πρὸς Ἑλλήνων πρε‐ σβευτὰς ἑλληνικῇ φωνῇ φθέγγεσθαι, ἀναγκάζονται σο‐ λοικίζειν, ὧν ὑμεῖς οὔτε βουλὰς οὔτε ἔργα καταμέμ‐ φεσθε. λόγος δὲ κακὸς οὐ γίνεται, ὅταν βουλαὶ ἀγαθαὶ ὦσι, καὶ ἔργα καλὰ λόγοις παρακολουθῇ. Σκύθαι δὲ
20κρίνουσι λόγον φαῦλον, ὅταν διαλογισμοὶ φαῦλοι γί‐ γνωνται. πολλῶν καθυστερήσετε, ἂν δυσχεραίνητε φωναῖς βαρβάροις, καὶ διὰ τοῦτο μὴ ἀποδεχόμενοι τὰ λεγόμενα· πολλοὺς γὰρ ποιήσετε ὀκνηροὺς εἰσηγεῖσθαι ὑμῖν τὰ συμφέροντα. διὰ τί βαρβαρικὰ τιμᾶτε ὑφά‐
25σματα, φωνὴν δὲ βάρβαρον οὐ δοκιμάζετε; αὐλούντων καὶ ᾀδόντων φωνὰς ζητεῖτε ἐμμελεῖς, καὶ ποιητῶν ἔμ‐ μετρα ποιούντων ἐπιλαμβάνεσθε, εἰ μὴ ἀναπληροῦσι γράμμασιν ἑλληνικοῖς τὰ μέτρα· λεγόντων δὲ θεωρεῖτε αὐτὰ τὰ λεγόμενα· τὸ γὰρ τέλος τούτων εἰς ὄνησιν.
30καὶ βαρβάροις πειθόμενοι οὐκ ἐπιτρέψετε γυναιξὶ καὶ τέκνοις, καὶ προσέχουσιν ὑμῖν, ἐὰν σολοικίζητε· κρεῖσ‐ σον γὰρ σολοικίζουσιν πειθαρχοῦντας σώζεσθαι, ἢ τρανῶς ἀττικίζουσιν ἐπακολουθοῦντας μεγάλα βλάπτε‐ σθαι. ἀπαιδεύτων ταῦτά ἐστι καὶ ἀπειροκάλων, ἄνδρες
35Ἀθηναῖοι· σώφρων γὰρ οὐδεὶς ἂν διανοηθείη ταῦτα.

2

(t)

Σόλωνι.
1 Ἕλληνες σοφοὶ ἄνδρες, οὐδέν γε σοφώτεροι βαρ‐ βάρων· τὸ γὰρ ἐπίστασθαι καλὸν εἰδέναι οὐκ ἀφεί‐ λοντο θεοὶ βαρβάρων. πεῖραν δ’ ἔξεστι λαμβάνειν ἐξετάζοντας εἰ καλὰ φρονοῦμεν, καὶ βασανίζειν εἰ
5συμφωνοῦμεν· λόγοις πρὸς ἔργα εἰ ὅμοιοί ἐσμεν
τοῖς ἀγαθῶς ζῶσι. στολὴ δὲ καὶ κόσμος σώματος μὴ γενέσθωσαν ἐμπόδιον ὀρθῆς κρίσεως· ἄλλοι γὰρ ἄλλως κατὰ νόμους πατέρων κεκοσμήκασι τὰ σώματα· σημεῖα δὲ ἀσυνεσίας τὰ αὐτὰ βαρβάροις καὶ Ἕλλησιν,102
10ὁμοίως δὲ συνέσεως. σὺ δὲ διότι Ἀνάχαρσις ἐλθὼν ἐπὶ σὰς θύρας ἐβούλετό σοι ξένος γενέσθαι, ἀπηξίωσας· καὶ ἀπεκρίνω, ἐν οἰκείᾳ χώρᾳ μὴ δεῖν ξενίαν συνά‐ πτειν. εἰ δέ τίς σοι κύνα Σπαρτιάτην ἐδωρεῖτο, οὐκ ἂν προσέτασσες ἐκείνῳ ἀνδρὶ κύνα τοῦτον εἰς Σπάρτην
15ἀγαγόντα δοῦναί σοι. πότε δὲ καὶ ἐσόμεθα ἕτεροι ἑτέ‐ ροις ξένοι, ἐπειδὰν ἕκαστος τοῦτον τὸν λόγον λέγῃ; ἐμοὶ μὲν οὐ καλῶς ἔχειν ταῦτα δοκεῖ, Σόλων, Ἀθη‐ ναῖε σοφέ, καί με κελεύει θυμὸς πορεύεσθαι πάλιν ἐπὶ σὰς θύρας, οὐκ ἀξιώσοντα ἃ καὶ πρότερον, ἀλλὰ
20πευσόμενον πῶς ἔχει ἅπερ ἀπεφήνω ὑπὲρ ξενίας.

3

(t)

Ἱππάρχῳ.
1 οἶνος πολὺς ἄκρατος ἀλλότριος τοῦ καλῶς τίθεσθαι τὰ καθήκοντα· συγχεῖ γὰρ φρένας, ἐν αἷς ἵδρυται ἀν‐ θρώποις τὸ λογίζεσθαι, τὸν δὲ ὀρεγόμενον μεγάλων οὐκ εὐχερὲς καλῶς πρᾶξαι ἃ ἐπιβάλλεται, ἐὰν μὴ νή‐
5φοντα βίον καὶ μεριμνητικὸν ἐνστήσηται. ἀφεὶς οὖν κύβους καὶ μέθην τρέπου πρὸς τὰ δι’ ὧν ἄρξεις, κατὰ τρόπον εὐεργεσίας πατρὸς σεαυτοῦ φίλους καὶ προσαί‐ τας εὖ ποιῶν· εἰ δὲ μή, πρὸς τῷ αἰσχρὸς εἶναι κινδυ‐ νεύσεις ἰδίῳ σώματι. τότε δὲ μνησθήσονταί σου φίλοι
10ἀνδρὸς Σκύθου Ἀναχάρσιδος.

4

(t)

Μηδόκῳ.
1 Φθόνος καὶ πτόησις μεγάλα τεκμήρια φαύλης ψυ‐ χῇς· φθόνῳ μὲν γὰρ ἕπεται λύπη εὐπραγίας φίλων καὶ πολιτῶν, πτοήσει δὲ ἐλπίδες κενῶν λόγων. Σκύθαι οὐκ ἀποδέχονται τοιούτους ἄνδρας, ἀλλὰ χαίρουσί τε
5τοῖς εὖ πράττουσι, καὶ ζητοῦσιν ὧν εὔλογον αὐτοὺς τυχεῖν· μῖσος δὲ καὶ φθόνον καὶ πᾶν δύσκολον πάθος ὡς πολέμια ἐκδιώκοντες παντὶ σθένει διατελοῦσιν.

5

(t)

Ἄννωνι.
1 Ἐμοὶ μὲν περίβλημα χλαῖνα σκυθική, ὑπόδημα δέρμα ποδῶν, κοίτη δὲ πᾶσα γῆ, δεῖπνον καὶ ἄριστον γάλα καὶ τυρὸς καὶ κρέας ὀπτόν, πιεῖν ὕδωρ. ὡς οὖν ἄγοντός μου σχολὴν ὧν οἳ πλεῖστοι ἕνεκεν ἀσχολοῦν‐
5ται, παραγενοῦ πρός με, εἴ τινά μου χρείαν ἔχεις. δῶρα δ’ οἷς ἐντρυφᾶτε ἀντιδωροῦμαί σοι, ὑμεῖς δ’ ὅσοι Καρχηδονίων εἰς χάριν σὴν ἀνέθεσθε θεοῖς.

6

(t)

Υἱῷ βασιλέως.
1 Σοὶ μὲν αὐλοὶ καὶ βαλάντια, ἐμοὶ δὲ βέλη καὶ τόξα. διὸ εἰκότως σὺ μὲν δοῦλος, ἐγὼ δὲ ἐλεύθερος· καὶ σοὶ μὲν πολλοὶ πολέμιοι, ἐμοὶ δὲ οὐδείς. εἰ δὲ θέ‐ λεις ῥίψας τὸ ἀργύριον φέρειν τόξα καὶ φαρέτραν καὶ
5πολιτεύεσθαι μετὰ Σκυθῶν, ὑπάρξει καὶ σοὶ τὰ αὐτά.103

7

(t)

Τηρεῖ.
1 Οὐδεὶς ἄρχων ἀγαθὸς ἀπολλύει ἀρχομένους, οὐδὲ ποιμὴν ἀγαθὸς πρόβατα λυμαίνεται· σοὶ δὲ πᾶσα μὲν χώρα ἔρημος ἀρχομένων καὶ κακῶς προστατευθεῖσα ὑπ’ ἀρχόντων, πᾶς δὲ οἶκος ἰδιώτης εἰς ταπεινὸν συνέσταλ‐
5ται, ὥστε μὴ δύνασθαι τοῖς πράγμασι χρήσιμος εἶναι. φείδεσθαι δὲ ἄμεινον ὧν ἂν ἦς κύριος· οὐ μὴ γὰρ ἴδια κτήματα ἐπαύξεται σῇ βασιλείᾳ καὶ διαμένει. νῦν δ’ εἰ σπανίζεις μὲν ἀνδρῶν εἰς πόλεμον, ἁρπάζεις δὲ χρημάτων οἷς διοικεῖς οὐ στρατιώτας καὶ δικαίως
10θεωροῦντας ἓν σῶμα, ἐὰν μὴ καταλείπῃς τροφὴν ἀρκοῦσαν, ἔπτησαν καὶ ἐν ὄρεσιν, ἐν ἐρήμοις πεφυ‐ κόσιν, ἐν τούτοις οἰκήσουσι καὶ ἐργάσονται τὰ τῶν μελισσῶν.

8

(t)

Θρασυλόχῳ.
1 Κύων ψυχῇ καλὸν ζῷον, μνημονεῦον εὐεργεσιῶν, φιλεῖ τὴν τῶν εὐεργετῶν οἰκίαν, διατηρῶν εὐνομίαν ἕως θανάτου, σὺ δ’ ὑπολείπῃ κυνός, εὐεργεσιῶν δυνάμενος συλλογισμῷ ἐξισοῦσθαι ἀνθρώποις. ζητεῖ οὖν λόγος
5ἐμός, τίνος ἂν γένοιο θυμῷ δίκαιος, ὅταν πρὸς τοὺς εὐεργέτας λέοντος ψυχὴν φορῇς. πειρῶ οὖν συνήθειαν ἐμὴν ἣν εἴχομεν πρός σε σώζειν· καὶ γὰρ ἐλπίδες κα‐ λαὶ ἀνδρὶ τοιούτῳ.

9

(t)

Κροίσῳ.
1 Οἱ ἐν Ἕλλησι ποιηταὶ λόγῳ κόσμον διανέμοντες Κρόνου παισὶν ἀδελφοῖς λῆξιν τῷ μὲν οὐρανοῦ, τῷ δὲ θαλάττης, τρίτῳ δὲ ζόφου προσέθεσαν. τοῦτο μὲν ἰδιοπραγίας ἑλληνικῆς· κοινωνίαν γὰρ οὐδεμίαν χρή‐
5ματος ἐπιστάμενοι τὸ ἑαυτῶν κακὸν θεοῖς προσένειμαν· γῆν δὲ ὅμως ἐξαίρετον καὶ οὗτοι κοινὴν ἅπασιν ὑπε‐ λείποντο. φέρε τοῦτο πῇ ποτε φέρει τὸ νόημα φρον‐ τίζωμεν. πάντας ἐβούλοντο θεοὺς τιμὰς πρὸς ἀνθρώπων ἔχειν καὶ πάντας ἀγαθῶν δοτῆρας καὶ κακῶν ἀποτρό‐
10πους ὑπάρχειν. κοινὸν δὲ θεῶν κτῆμα γῆ κοινὸν καὶ ἀνθρώπων τὸ πάλαι ἦν, χρόνῳ δὲ παρηνόμησαν ἴδια ἐπονομάζοντες τεμένη θεοῖς τὰ πάντων κοινά, θεοὶ δὲ ἀντὶ τούτων δῶρα πρέποντα ἀντεδωρήσαντο ἔριν καὶ ἡδονὴν καὶ μικροψυχίαν ἀνθρώποις. ἀπὸ τούτων
15μιγνυμένων τε καὶ διακρινομένων τὰ πάντα ἔφυ κακὰ τοῖς πᾶσι θνητοῖς, ἄροτοι, σπόροι, μεταλλεῖαι, πόλε‐ μοι· καρπούς τε γὰρ ἐπεισενεγκόντες πολλαπλασίους ἀποφέρονται μικρά, τέχνας τε ποικίλλοντες ὀλιγόβιον ηὕρηνται τροφήν, γῆς τε χρώματα διάφορα μα‐
20στεύοντες θαῦμα πεποίηνται, τόν τε πρῶτον εὑρόντα τὸ ὀλίγον τοῦτο μακαριστότατον ἄγουσι. καὶ οὐκ ἴσασι παίδων τρόπον ἑαυτοὺς ἐξαπατῶντες· πόνῳ γὰρ τὸ μηδὲν ἐκτιμήσαντες, ἔπειτα τὸν πόνον αὐτὸν θαυ‐ μάζουσιν. τοῦτό σοι πλείστων ἀνθρώπων ἤκουσα
25ῥυῆναι τὸ κακόν. ἀπὸ τοῦδε τἄλλα· οὐ γὰρ ὁ μέγας
πλοῦτος οὐδὲ οἱ ἀγροὶ τὴν σοφίαν ἐπρίαντο. τὸ σῶμα γὰρ οἷς ἂν πλείστων ἀλλοτρίων ὑποπλησθῇ, καὶ νοση‐ μάτων ὑποπίμπλασθαί φασι, καὶ τὴν ταχίστην ἀποχέ‐ τευσιν ποιεῖσθαι κελεύουσιν οἷς ἐπαινεῖν ἔρως ἐστίν. ἀλλὰ104
30σωμάτων ἔχετε δι’ ἡδονὰς ἀμέτρους ἰατροὺς ἀμέτρους, ψυχῆς δὲ οὐκ ἔχετε, σοφὸν δὲ οὐδὲν ἦν συμβαλεῖν. ὅτε σοι τὸ πολὺ χρυσίον ἐρρύη, τότε συνερρύηκεν ἅμα τῷ χρυσίῳ καὶ ἡ δόξα τοῦ χρυσίου καὶ ὁ φθόνος καὶ ἡ τῶν βουλομένων ἀπενέγκασθαι παρὰ σοῦ τὸ χρυσίον
35ἐπιθυμία. εἰ μὲν οὖν ἀπεκάθηρας σαυτὸν τοῦ νοσή‐ ματος, ὑγιὴς ἂν ἦσθα, ἐλευθέρως λέγων καὶ ἄρχων· τοῦτο γάρ ἐστι τὸ ὑγιαίνειν βασιλέως, ὃ κεκτημένος ἔνδον οὐ θαυμαστὸν εἰ καὶ τὰ ἄλλα ἐκέκτησο· ἀκρατῆ δέ σε λαβοῦσα ἐπήμηνε δοῦλον ἀντ’ ἐλευθέρου ποιή‐
40σασα ἡ νόσος. ἀλλὰ θυμὸν ἀγαθὸν ἔχε, πυρὸς ἐν ὕλῃ γενομένου λαβὼν εἰκόνα, ὃ σποδιὰν τίθησι τὰ κεκαυ‐ μένα, νέμεται δὲ τὰ ἄκαυστα. καὶ τὰ σὰ πάλαι κακὰ εἰς τοὺς σὲ καὶ τὰ σὰ ἔχοντας μετῴκισται. ἐκεί‐ νοις προσδόκα τὰς ἀνίας δευτέροις ἥξειν. ἄκουσον δὲ
45ἐμῆς ὄψεως ἱστορίαν. μέγα ῥεῦμα διεξέρχεται τὴν Σκυθῶν χώραν, τοῦτο ὃ δὴ Ἴστρον ὀνομάζουσιν. ἐν τούτῳ φορτηγοὶ ναῦν ἕρματι περιβαλόντες ἐπειδὴ οὐ‐ δὲν προσαρκέσαι ἐδύναντο, ἀπῄεσαν ὀλοφυρόμενοι. λῃσταὶ οὖν τὸ ἐκείνων κακὸν κατανοήσαντες κενῇ προσ‐

9

(50)

πλέοντες νηί, κᾆτ’ ἀφειδῶς ἐπετίθεντο τῷ φόρτῳ, καὶ τὰ ἀγώγιμα τῆς νεὼς μετέφερον, καὶ τὸ πάθος ἔλαθον μετενεγκόντες. ἣ μὲν γὰρ ἅτε κενωθεῖσα ἀνεκουφίσθη καὶ πλόιμος ἦν, ἣ δὲ τὸν ἐκείνης φόρτον ὑποδῦσα ταχέως εἰς βυθὸν ᾔει χρημάτων ἀλλοτρίων ἁρπαγῇ. τοῦτο
55δύναται φέρειν τὸν ἔχοντα αἰεί. Σκύθαι δὲ πάντων ἐκτὸς ἔστησαν τούτων. γῆν ἔχομεν πᾶσαν πάντες. ὅσα δίδωσιν ἑκοῦσα λαμβάνομεν, ὅσα κρύπτει χαίρειν ἐῶμεν. βοσκήματα ἀπὸ θηρίων σώζοντες γάλα καὶ τυρὸν ἀντιλαμβάνομεν. ὅπλα ἔχομεν οὐκ ἐπ’ ἄλλους,
60ἀλλ’ ὑπὲρ ἑαυτῶν ἐὰν δέῃ. ἐδέησε δὲ οὐδέπω· οἱ αὐτοὶ γὰρ ἀγωνισταὶ καὶ ἆθλα τοῖς ἐπελευσομένοις προκεί‐ μεθα. τοῦτο δὲ οὐδὲ πολλοὶ τὸ ἆθλον ἀσπάζονται. τὰ αὐτὰ καὶ Σόλων ἀνὴρ Ἀθηναῖος συνεβούλευσέ σοι, σκοπεῖν κελεύων τὴν τελευτήν, οὐ τὸ νῦν ἀποβάν,
65ἀλλ’ ἐξ οὗ καλῶς τελευτήσεις, τοῦτο προτιμᾶν λέγων. ἔλεγε δὲ οὐ τὴν ἄντικρυς· οὐ γὰρ ἦν Σκύθης. σὺ δ’, εἴ σοι φίλον, τὴν ἐμὴν συμβουλὴν καὶ παρὰ Κῦρον φέρε καὶ παρὰ πάντας τυράννους· μᾶλλον γὰρ ἀκμά‐ ζει τοῖς ἐν ἀρχῇ τῶν ἀπολωλότων.

10

(t)

Κροίσῳ.
1 Ἐγώ, βασιλεῦ Λυδῶν, ἀφῖγμαι ἐς τὴν τῶν Ἑλ‐ λήνων διδαχθησόμενος ἤθη τὰ τούτων καὶ ἐπιτηδεύ‐ ματα. χρυσοῦ δ’ οὐδὲν δέομαι, ἀλλ’ ἀπόχρη με ἐπανήκειν ἐς Σκύθας ἄνδρα ἀμείνονα. ἥκω γοῦν ἐς
5Σάρδεις πρὸ μεγάλου ποιούμενος ἐν γνώμη τοι γε‐
νέσθαι.105